Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.19 Dem. 29.22 (English) >>Dem. 29.25

29.21ἀλλὰ μὴν καὶ περὶ τούτων ἤθελον παραδοῦναι τὸν παῖδα τὸν γράφοντα τὴν μαρτυρίαν, ὃς τά τε γράμματʼ ἔμελλεν γνώσεσθαι τὰ ἑαυτοῦ καὶ τοῦτον ἐμνημόνευεν ἀκριβῶς μαρτυρήσαντα ταῦτα. καὶ ταῦτʼ ἤθελον οὐχὶ μαρτύρων ἀπορῶν οἳ παρῆσαν (ἦσαν γάρ), ἀλλʼ ἵνα μὴ τούτους αἰτιῷτο τὰ ψευδῆ μαρτυρεῖν, ἀλλὰ τὸ πιστὸν ἐκ τῆς βασάνου τούτοις ὑπάρχοι. καίτοι πῶς ἄξιόν ἐστι καταγνῶναι τῶν μαρτύρων διὰ τοῦτο, οἳ μόνοι τῶν πώποτʼ ἠγωνισμένων δίκην ἐν ὑμῖν τὸν διώκοντʼ αὐτὸν αὑτοῖς μάρτυρα τούτων ἐπιδεικνύουσιν γεγενημένον; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν πρόκλησιν καὶ τὴν μαρτυρίαν.Πρόκλησις Μαρτυρία

29.22τηλικαῦτα τοίνυν δίκαια φυγὼν οὗτος, καὶ ἐκ τοσούτων τεκμηρίων ἐπιδεικνύμενος ὅτι συκοφαντεῖ, τοῖς μὲν αὑτοῦ μάρτυσιν ἀξιοῖ πιστεύειν ὑμᾶς, τοὺς δʼ ἐμοὺς διαβάλλει καί φησιν οὐ τἀληθῆ μαρτυρεῖν. βούλομαι δὴ καὶ ἐκ τῶν εἰκότων περὶ αὐτῶν εἰπεῖν. οἶδʼ οὖν ὅτι πάντες ἂν ὁμολογήσαιτε τοὺς τὰ ψευδῆ μαρτυροῦντας κέρδεσιν διʼ ἀπορίαν ἐπαιρομένους διʼ ἑταιρίαν καὶ διʼ ἔχθραν τῶν ἀντιδίκων ἐθέλειν ἄν τι τοιοῦτον ποιῆσαι. 29.23τούτων τοίνυν οὐδὲ διʼ ἓν ἂν εἶεν ἐμοὶ μεμαρτυρηκότες. οὔτε γὰρ ἑταιρίᾳ (πῶς γάρ; οἵ γε μήτʼ ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθʼ ἡλικίαν, μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλʼ οὐδὲ σφίσιν αὐτοῖς εἰσίν), οὔτʼ ἔχθρᾳ τούτου· φανερὸν γὰρ καὶ τοῦτʼ ἔστιν· μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δʼ ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δʼ οὔτε φίλος οὔτʼ ἐχθρός, ὥστʼ οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.19 Dem. 29.22 (English) >>Dem. 29.25

Powered by PhiloLogic